Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.1004
Not analysed yet
τοιοῦτον δοκεῖ πιθανὸν εἶναι", διὰ τοῦτο ὀλίγα πρὸς αὐτοὺς εἰρήσεται. μεγίστη γὰρ ἀπόδειξις τοῦ τὰ πλεῖστα τῶν ἀρρένων ἐν τοῖς δεξιοῖς μέρεσι κυΐσκεσθαι τὸ ἐκ τῆς ἀνατομῆς τῶν ζῴων φαινόμενον. δύο γοῦν ἐχούσης κόλπους τῆς μήτρας συναπτομένους κατὰ τὸν αὐχένα κοινὸν ἀμφοῖν ὄντα, τὰ μὲν ἄρρενα τοὐπίπαν ἐν τῷ δεξιῷ φαίνεται κυϊσκόμενα, τὰ θήλεα δ' ἐν θατέρῳ. κάλλιον <οὖν> ἦν τούτου φαινομένου ζητῆσαι τὴν αἰτίαν, οὐκ ἀνατρέπειν πειρᾶσθαι τὸ ἀληθὲς ἀγνοίᾳ τῆς αἰτίας. ἀλλ' ὑμεῖς γε καὶ τὴν αἰτίαν ἐν ταῖς Ἀνατομικαῖς ἐγχειρήσεσιν ἐμάθετε, θεασάμενοι πρὸς μὲν τὸ δεξιὸν μέρος τῆς μήτρας μετὰ τὸ καθαρθῆναι τὸ αἷμα κατὰ τοὺς νεφροὺς ἀφικνούμενον, εἰς δὲ τὸ ἀριστερὸν ἀκάθαρτον ἔτι καὶ ὀρρῶδες. ἐθεάσασθε δὲ καὶ τὴν καρδίαν ἐν τῷ μέσῳ τοῦ θώρακος κειμένην, οὐκ ἐν τοῖς ἀριστεροῖς. οἰηθῆναι δέ τινας ἐνταῦθα κεῖσθαι μᾶλλον αὐτὴν εἰκός ἐστιν ἐκ τοῦ διασημαίνειν τὸν σφυγμὸν κατὰ τοῦτο τὸ μέρος, ὡς ἂν τῆς ἀριστερᾶς ἐν αὐτῇ κοιλίας σφυζούσης. |