Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.1006
Not analysed yet
τὴν λέξιν τοιαύτην· "συνεκρίθη, συνέστη ὀξύτερον, κινηθὲν βραδύτερον αὔξεται." τινὲς δὲ καὶ τὸ "διὰ τοῦτο" προὔταξαν τῆς λέξεως, ὡς γενέσθαι τοιάνδε· "[καὶ] διὰ τοῦτο συνεκρίθη, συνέστη." τό γε μὴν τῆς διανοίας οὐ μέγα παραλλάττει κατὰ πάσας τὰς γραφάς, βούλονται γὰρ οἱ ἐξηγηταὶ συγκριθῆναι καὶ συστῆναι διὰ τοῦτο θᾶττον τὸ ἄρρεν τοῦ θήλεος, ὅτι θερμότερόν ἐστι, καὶ κινηθῆναι δὲ θᾶττον αὐτὸ διὰ τοῦτό φασιν. καὶ μέντοι καὶ ὡμολόγηται σχεδὸν ἅπασι τοῖς ἰατροῖς οὐ μόνον διαπλάττεσθαι θᾶττον, ἀλλὰ καὶ κινεῖσθαι τὸ ἄρρεν τοῦ θήλεος. εἴρηται δὲ περὶ τούτων σαφῶς κἀν τῷ Περὶ φύσεως παιδίου, ὥσπερ γε καὶ παρὰ Διοκλεῖ κατὰ τὰ Περὶ γυναικείων συγγράμματα. Ῥοῦφος δέ φησι Διογένη τὸν Ἀπολλωνιάτην μόνον ἐναντίως ἀποφήνασθαι κατὰ τὸ Περὶ φύσεως δεύτερον· ἐγὼ δὲ οὐκ ἐνέτυχον τῷ βιβλίῳ. μαρτυρεῖταί γε μὴν καὶ πρὸς αὐτῶν τῶν κυουσῶν καὶ θᾶττον ἀρχόμενα κινεῖσθαι καὶ πλείονας καὶ σφοδροτέρας κινήσεις φαίνεσθαι κινούμενα τὰ ἄρρενα. λέγεται δ' ἐν τῇ προκειμένῃ ῥήσει, ὅτι μὲν θᾶττον συνεκρίθη τε καὶ |