Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.1007
Not analysed yet
συνέστη, τουτέστιν ἐπάγη τε καὶ ἐστερεώθη, μετὰ ταῦτα δ' αὔξεται βραδύτερον τοῦ θήλεος τὸ ἄρρεν, αὔξησιν δὲ πότερον <ἐκείνην> ἣν κυούμενον ἴσχει μόνην ἢ τὴν ἐφεξῆς λέγει νῦν ἄδηλον. ἀληθὲς δ' ἐστίν, ὅτι καὶ μετὰ τὴν ἀποκύησιν αὔξεται τό τε θῆλυ θᾶττον καὶ ἵσταται πρότερα τὰ τῆς αὐξήσεως αὐτῷ. τοῦ μὲν αὔξεσθαι θᾶττον ἡ μαλακότης αἰτία τοῦ σώματος. ῥᾷον γὰρ ἐπιδίδωσι διατεινόμενα τὰ τοιαῦτα σώματα πρὸς τὰς τρεῖς διαστάσεις, μῆκος, βάθος καὶ πλάτος. ἵστασθαι δὲ καὶ παύεσθαι τὴν αὔξησιν αὐτοῖς προτέροις τῶν ἀρρένων, οὐκέτι διὰ τὴν μαλακότητα τοῦ σώματος, ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑπάρχει. δύναμις γάρ ἐστιν ἐν τοῖς ζῴοις φυσικὴ τὴν αὔξησιν αὐτῶν ἐργαζομένη, δι' ἣν εὐρρωστοτέραν μὲν οὖσαν ἐπὶ πλέον αὔξεται, θᾶττον δὲ παύεται τῆς αὐξήσεως, ἀσθενοῦς ὑπαρχούσης. εἴπερ οὖν ὁ Ἱπποκράτης αὐτὸς ἔγραψε τὸ ἐμωλύνθη, τοιοῦτον ἄν τι φαίνοιτο σημαίνειν, οἷον κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν, |