Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.1008
Not analysed yet
ἔνθα φησίν· "ἀριστερὸν παρ' οὖς οἴδημα, τῇ δ' ὑστεραίῃ καὶ δεξιόν, ἧσσον δὲ τοῦτο, καὶ ἐπεχλιαίνετο ταῦτα καὶ ἐμωλύνθη καὶ οὐκ ἀπεπύησεν." τὸ γὰρ <διὰ> τῆς ὀξείας κινήσεως καὶ μεταβολῆς παυσάμενον καὶ ἀποψυχθὲν οὕτως ὠνόμασεν. Ὅτι ἐστερεώθη καὶ χολωδέστερον καὶ ἐναιμότερόν ἐστι <τοῦτο> τὸ χωρίον τῷ ζῴῳ. Διὰ τοῦτό φησι τὸ ἄρρεν στερεώτερόν τε καὶ χολωδέστερον καὶ ἐναιμότερον γίνεσθαι, διότι καὶ τὸ χωρίον ἐν ᾧ κυΐσκεται τοιοῦτον ὑπάρχει, λέγει δὲ δηλονότι τὸν δεξιὸν κόλπον τῆς μήτρας. καὶ ταύτην <δὲ> τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει. πάντες μέντοι τὴν αὐτὴν διάνοιαν φυλάττουσι, διότι καὶ τὸ λίαν ἀκριβῶς ζητεῖν, ὁποία τίς ἐστιν ἡ ὄντως Ἱπποκράτους λέξις, περιττόν. ἄμεινον γὰρ οὐ τοῦτο σκοπεῖν, ἀλλ' εἰ τὸ λεγόμενον ἀληθές. ἡ δ' ἀλήθεια διὰ τῶν ἀνα|