Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.795
Not analysed yet
ἔδοξεν ὁ βιβλιογράφος ‘οὐραὶ’ γεγράφθαι". δυ|νατὸν γὰρ δὴ οὕτως καὶ λεπτῆς ἰνὸς ἀπολωλυίας συναπολέσθαι τὴν γραμμὴν ταύτην, καὶ μυίας <γ'> αὐτὴν ἐκφαγούσης, καὶ κατ' ἀρχὰς εὐθὺς αὐτὴν ἀμυδρῶς γραφεῖσαν ἐξίτηλον [αὐτὴν] ὑπὸ τοῦ χρόνου γενέσθαι. πάντων δὲ τῶν ὑπαλλαξάντων τὰς παλαιὰς γραφὰς τολμηρότατα τοὺς περὶ Καπίτωνα καὶ Διοσκουρίδην εὑρίσκω πράξαντας τοῦτο. πότερον μὲν οὖν ἄμεινόν ἐστιν ἁπάντων αὐτῶν ἢ μόνων τῶν εὐλόγως μεταγραψάντων ἢ μηδενὸς ὅλως μεμνῆσθαι, σκοπούμενος εὗρον, εἰ μὲν τῷ μήκει τῶν ὑπομνημάτων οὐδεὶς ἔμελλε <τῶν> ἀναγνωσομένων αὐτὰ δυσχεραίνειν, ἁπάντων μεμνῆσθαι κάλλιον εἶναι, μεμφομένων δὲ πολλῶν οὐ τούτοις μόνον, ἀλλὰ καὶ τοῖς συμμέτρως ἔχουσι καὶ μόνα σπουδαζόντων τὰ χρήσιμα, μέσην τινὰ τούτων ἀμφοτέρων ποιήσασθαι τὴν ἐξήγησιν καὶ τοῦτο εὐθέως ἐν ἀρχῇ προειπεῖν, ὅπως ἀπαλλάττωνται τῶνδε τῶν ὑπομνημάτων οἱ μὴ χαίροντες τούτοις. ἐγὼ μὲν γάρ, ὥσπερ καὶ τἄλλα