Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.796
Not analysed yet
πάντα πολλοῖς τῶν δεηθέντων ἑταίρων χαριζόμενος ἐποίησα, |καὶ τὰς ἐξηγήσεις ταύτας ἐκείνων ἕνεκα συνέθηκα. θεωρῶν δ' εἰς πολλοὺς ἐκπίπτοντα τὰ γραφόμενα προοιμίων τοιούτων ἐδεήθην. ὥσπερ οὖν τοῦτο προεῖπον, οὕτω καὶ τόδε προειπεῖν ἀναγκαῖόν ἐστιν, ὡς τὸ τῆς ἑρμηνείας εἶδος ἐν τῷδε τῷ βιβλίῳ πάμπολυ διαλλάττει τοῦ κατὰ τὸ πρῶτον καὶ τρίτον τῶν Ἐπιδημιῶν, ἃ σχεδὸν ἅπαντες ἡγοῦνται γεγράφθαι πρὸς ἔκδοσιν ὑφ' Ἱπποκράτους μόνα, τῶν δ' ἄλλων πέντε τὸ μὲν πέμπτον τε καὶ ἕβδομον ἐναργῶς εἶναι νόθα, τὸ δ' ἕκτον τοῦτο καὶ πρὸ αὐτοῦ τὸ δεύτερον, ἐξ ὧν αὐτὸς <ὁ> Ἱπποκράτης ἑαυτῷ παρεσκευάσατο, φασὶν ὑπὸ Θεσσαλοῦ τοῦ υἱέος αὐτοῦ συντεθῆναι. καὶ τινὲς μὲν ἡγοῦνται καὶ αὐτόν τι παρεγγράψαι τὸν Θεσσαλόν, τινὲς δὲ ἄλλους τῶν μετ' αὐτόν. ἐν μὲν οὖν τῷ πρώτῳ καὶ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν καταστάσεις γέ τινας γράφει τοῦ περιέχοντος, ἐφ' αἷς τὰ ἐπιδημήσαντα νοσήματα γίγνεται (ταύτῃ γὰρ ἐπ' αὐτῶν αὐτὸς φαίνεται τῇ λέξει χρώμενος καὶ διὰ τοῦτο καὶ τὸ ἐπίγραμμα τοῖς βιβλίοις τοῦτο ἐποιήσατο, τῶν ἐπι|