Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.798
Not analysed yet
Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται. Ἅπαξ εἰπεῖν τινα κοινὸν λόγον ἐπὶ κοινῷ πράγματι διέγνωκα· τῶν δὴ ἀναγνωσομένων ἑκάστῳ κατὰ τὴν οἰκείαν διάλεκτον, ὅπως ἂν ἑαυτὸν πείσῃ, <λέγειν καὶ> γράφειν ἐξέστω. τινὲς μὲν γὰρ ὅσῃσι διὰ τριῶν συλλαβῶν, ἔνιοι δ' ὁκόσῃσι διὰ τεσσάρων ἔγραψαν, ἔνιοι δ' οὐ διὰ τοῦ κ γράφουσιν ὁκόσῃσιν, ἀλλὰ διὰ τοῦ π τὴν δευτέραν συλλαβήν, καθάπερ ὁ Καπίτων οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάντα τὰ τοιαῦτα. διαφέρει δ' οὐδὲν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα γράφειν οὕτως ἢ ἐκείνως, ὥστ' ἄμεινον ἔδοξέ μοι μόνας ἐκείνας τῶν γραφῶν προχειρίζεσθαι κατὰ τὸν λόγον, ὅσαι τὸ δηλούμενον ὑπαλλάττουσι, τὰς δὲ ἐν αὐτῇ μόνῃ τῇ λέξει διαφερομένας ἄνευ τοῦ καὶ τὰ πράγματα μετακινεῖν ἐπιτρέπειν, ὡς ἂν ἐθέλῃ γράφειν καὶ λέγειν, ἑκάστῳ. αὖθις οὖν ἀφ' ἑτέρας |