Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.797
Not analysed yet
δημίων νοσημάτων διδασκαλίας <ἐν> αὐτοῖς γινομένης, οὐ τῶν αὐτοῦ τοῦ Ἱπποκράτους ἐπιδημιῶν, ἃς ἐποιεῖτο κατὰ τὰς πόλεις), ἐνταυθοῖ δὲ τοῦτο μὲν ὀλίγον ἐστίν. τὸ δὲ πλεῖστον εἶδος τῆς διδασκαλίας ἀφορισμοί τινες εἶναι φαίνονται, κατὰ περιγραφὴν ἕκαστος ἰδίαν γεγονότες. ὥστε δι' ἀπορίαν οἰκείας ἐπιγραφῆς καὶ ταῦτα τὰ δύο βιβλία συγχρήσασθαί φασι τῇ τῶν "Ἐπιδημιῶν", ὀλίγιστον ἔχοντα τὸ τῆς ἐπιγραφῆς οἰκεῖον. ἐοικὸς δὲ αὐτοῖς ὅσον ἐπὶ τῷ χαρακτῆρι τῆς λέξεως τὸ τέταρτον ἀπολείπεται πάμπολυ τοῦ χρησίμου τῆς θεωρίας. ὅσοι δὲ ‘Θεσσαλοῦ καταστάσεις’ ἐπέγραψαν τὸ προκείμενον βιβλίον τοῦτο, προδήλως ἥμαρτον. <ἀλλ'> ἀρκεῖ νῦν μοι ταῦτα προειρῆσθαι, γεγραμμένων ἐνίοις τῶν ἐξηγητῶν καὶ ἄλλων οὐκ ὀλίγων, ἃ διὰ τὸ μὴ βούλεσθαι μηκύνειν ἀκόλουθον ἦν παραλιπεῖν. |