Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.802
Not analysed yet
θέντες εὑρεῖν ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀλλήλοις διηνέχθησαν, τινὲς μὲν τὸ κατ' ἴξιν, ὅπερ ἐστὶ τὸ κατ' εὐθυωρίαν, αἰτιασάμενοι· τοῖς μὲν γὰρ κατ' ὀσφύν τε καὶ ὅλως τὴν ῥάχιν ἐν πάθει τινὶ γενομένοις μορίοις ἐπὶ τὸν ὀπίσθιον ἐγκέφαλον ἀνήκειν φασὶ τὴν εὐθυωρίαν, <τοῖς δὲ κατὰ τὰ, ἔμπροσθεν τοῦ σώματος ἐπὶ τὸ βρέγμα>· τινὲς δὲ καὶ τῆς μήτρας αὐτῆς τοῖς μὲν τὰ ὄπισθεν πάσχουσι τὰ κατὰ τὸ ἰνίον φασὶ συμπάσχειν, τοῖς δὲ τὰ πρόσω τὰ κατὰ τὸ βρέγμα· τινὲς δὲ ἀποχωρήσαντες ἀπὸ τοῦ κατ' εὐθυωρίαν, ὃ δὴ καὶ κατ' ἴξιν ὁ Ἱπποκράτης ὀνομάζει συμπάσχειν φασὶ τῇ μήτρᾳ τὸν ἐγκέφαλον, ὡς ἂν νευρώδει μορίῳ νεύρων ἀρχῆς ὄντος αὐτοῦ, καὶ διὰ τοῦτο γίνεσθαι τὰς καρηβαρίας, ἅτε δὲ πλείστου κατὰ τὸ βρέγμα κειμένου τοῦ ἐγκεφάλου, κατὰ τοῦτο διασημαίνειν μάλιστα τὴν ὀδύνην. ἔνιοι δὲ ἀσθενέστατον εἶναι τοῦτο τὸ μέρος τῆς <ὅλης> κεφαλῆς εἰπόντες εἰκότως φασὶ μειζόνως τῶν ἄλλων αὐτὸ πάσχειν. ὅσοι μὲν γὰρ ἀπὸ τῶν μέσων τοῦ ἐγκεφάλου τῶν κατὰ τὸ βρέγμα ἐπὶ τὰς μήτρας νεῦρα πεφυκέναι λέγουσι, τούτων οὐδὲ μεμνῆσθαι καλόν, ὥσπερ ἴσως οὐδὲ τῶν φασκόντων, |