Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.803
Not analysed yet
<ὡς,> διότι νευρώδης ἡ μήτρα, διὰ τοῦτο αὐτῇ συμπάσχει <παθούσῃ καὶ> τῶν νεύρων ἡ ἀρχή. πῶς γὰρ οὐκ ἂν ἐγγὺς μᾶλλον ὂν τὸ περιτόναιον καὶ τὰ ἔντερα καὶ ἡ γαστὴρ καὶ τὸ διάφραγμα συνεπάθησεν αὐτῇ, νευρώδη γε ὄντα καὶ αὐτά; τούτων δ' ἔτι χείρους οἱ λέγοντες τοῖς ὄρχεσι τὸν ἐγκέφαλον συμπάσχειν, ἐπειδὴ καὶ αὐτοὶ τὴν αὐτὴν ἔχουσιν οὐσίαν ἐγκεφάλῳ, καὶ διὰ τοῦτο καὶ τῇ μήτρᾳ, καὶ γὰρ καὶ ταύτην ὄρχεις ἔχειν. ἐὰν δὲ καὶ τῶν ἔτι φαυλοτέρων ἢ κατὰ τούτους μνημονεύω, τάχ' ἄν τις ἐγκαλέσει μοι καὶ φήσει μηδ' ὧν ὀλίγον ἔμπροσθεν ἔγραψα μεμνῆσθαί με. κάλλιον οὖν ἦν παρῃτημένον τὰς φλυαρίας αὐτῶν ἅπαξ μηδ' ὅλως ἔτι μνημονεύειν ὧν εἰρήκασι. τῶν δὲ λεγόντων νευρώδη τὴν μήτραν εἶναι κατὰ μέν τι σημαινόμενον ἀληθῆ τὸν λόγον ἡγητέον εἶναι, καθ' ἕτερον δὲ ψευδῆ. τρία γάρ ἐστι γένη σωμάτων ὁμοιομερῶν ἐν τοῖς ζῴοις ἄναιμά τε καὶ ἀκοίλια φαινόμενα, τὰ μὲν ἐξ ὀστῶν, τὰ δ' ἐξ ἐγκεφάλου καὶ νω|