Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.810
Not analysed yet
καθάπερ ἐγὼ διὰ παντὸς ἐπὶ πάντων τε τῶν τοιούτων ἐποίησα καὶ τοῦδε τοῦ νῦν εἰρημένου. καί μοι παραφυλάττοντι ποτὲ <μὲν> ἐν μʹ ἡμέραις, ἐνίοτε δ' ἐν δύο μησὶν ἢ τέτταρσιν ἐφάνη τελευτῆσαν τὸ νόσημα, τισὶ δὲ καὶ μέχρι πλειόνων ἐξετάθη, καί τινες ὄντως εἰς ὄγδοον ἦλθον μῆνα καὶ ἄλλαι τινὲς εἰς δέκατον. ἐθεασάμην δὲ καὶ τὴν εἰς ἰσχίον ἐκ μήτρας ἀπόστασιν, ἀλλ' οὐκ ἐπὶ πολλῶν, καίτοι πολλὰς ἐφ' ὑστέρᾳ κακοπραγούσῃ χρονίως πασχούσας εἶδον. ὀκνηρῶς οὖν εἶχον ζητεῖν τὴν αἰτίαν οὗ μήπω τὴν ὕπαρξιν εὗρον ἀληθευομένην. ὁ γὰρ Ἀριστοτέλης ἀξιοῖ προεγνωσμένου βεβαίως τοῦ ὅτι ζητεῖσθαι χρῆναι τὸ διότι. πρὶν δ' ὅτι γίνεται βεβαίως μαθεῖν, εἴ τις ζητοίη τὸ διότι, φανερός ἐστιν ἀδολεσχεῖν τε καὶ ληρεῖν προῃρημένος, οὐ τἀληθὲς εὑρεῖν ὀρεγόμενος. οἱ γοῦν ἐπιχειρήσαντες εἰπεῖν καὶ τοῦδε τὴν αἰτίαν τοιαῦτα λέγουσιν· ὅσοι μὲν γὰρ ἀπὸ τοῦ τῆς ἀμβλώσεως χρόνου [ἓξ] ὀκτὼ ἢ δέκα |