Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.809
Not analysed yet
διεξέρχεται. τῶν δ' ἴσων κατὰ τὸ μέγεθος παθημάτων μᾶλλον αἰσθάνεται τὰ αἰσθητικώτερα φύσει, τὰ δὲ μᾶλλον αἰσθανόμενα μᾶλλον ὑπὸ τῶν ὀδυνηρῶν αἰτίων ἀνιᾶται. διὰ ταῦτα μὲν δὴ κατὰ τὸ βρέγμα εἰσὶν αἱ ὀδύναι. καταλείπεται δὲ τὴν αἰτίαν εὑρεῖν, δι' ἣν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ, τουτέστι κατασκήπτει τὸ νόσημα ταῖς οὕτως ἐχούσαις. ἐπεὶ δὲ ἀξιοῦσιν ἔνιοι γράφειν οὐκ ἐν ὀκτὼ ἢ δέκα μησίν, ἀλλ' "ἐν ὀγδόῳ ἢ δεκάτῳ" καί φασιν ἐν πολλοῖς τῶν ἀντιγράφων εὑρίσκεσθαι καὶ μάλιστα τῶν παλαιοτάτων τὸ στοιχεῖον [τὸ] ηʹ καὶ πάλιν τὸ ιʹ στοιχεῖον, ἦτα μὲν ἀντὶ τῶν ὀκτὼ γεγραμμένον, ἰῶτα δὲ ἀντὶ τῶν δέκα, προσεπισκέψωμεν καὶ τὴν ἐν τούτοις διαφοράν. ἐὰν μὲν γὰρ ἐν ὀκτὼ ἢ δέκα μησὶ λέγωμεν ἐς ἰσχίον τελευτᾶν, ἀπὸ τῆς ἀμβλώσεως, οὐκ ἀπὸ τῆς συλλήψεως ἀριθμήσομεν· ἐὰν δὲ ἐν ὀγδόῳ ἢ δεκάτῳ μηνί, τὸν ἀπὸ τῆς συλλήψεως χρόνον οὕτω δηλοῦσθαι φήσομεν. ἐμοὶ δ' οὐκ ἀδύνατον τοῦτο φαίνεται καθ' ἑκατέραν τῶν λέξεων ἑκατέρως ἀκούειν καὶ χρὴ τοῦ λεγομένου τὴν κρίσιν ἐπὶ τῇ πείρᾳ τίθεσθαι, |