Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.812
Not analysed yet
παραγίνηται, συμβαίνει τότε τῷ παιδίῳ κινουμένῳ καὶ ἀσκαρίζοντι καὶ χερσὶ καὶ ποσὶ ῥῆξαί τινα τῶν ὑμένων τῶν ἐσωτάτω. ῥαγέντος <δὲ> ἑνὸς οἱ λοιποὶ ἀκιδνοτέρην δύναμιν ἔχουσι καὶ ῥήγνυται πρῶτος μὲν ὁ ἐκείνου ἐχόμενος, ἔπειτα ὁ ὕστατος." ὅταν οὖν μηκέτι ἐν τῇ μήτρᾳ περιέχηται τὸ παιδίον ἀμβλωθέν, οὐδὲ τὰς κινήσεις αὐτοῦ σῴζεσθαι δυνατόν ἐστιν. ὁμοίως δὲ τούτοις εἰσὶν ἀπίθανοι καὶ ὅσοι φασὶ τὸν ἕβδομον μῆνα καὶ τὸν ἔνατον τὰς ἀποκυήσεις τῶν ἐμβρύων ἔχειν, τὸν δὲ ὄγδοον καὶ δέκατον τὰς παρὰ φύσιν ἀποστάσεις ὑστεριζούσας ἑνὶ μηνὶ τῶν κατὰ φύσιν, ὅπερ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν εἰρῆσθαί φασι κατ' ἐκείνην τὴν λέξιν, ἐν ᾗ φησι· "τῇ ὑστεραίῃ ***",ὡσανεὶ τῷ ὑστέρῳ χρόνῳ ἢ μηνί. προεξηγησάμεθα δὲ τοῦτο κατ' ἐκεῖνο τὸ βιβλίον, ἐγὼ δὲ εἰ τὸ λεγόμενον αὐτὸ πρότερον ἑωράκειν οὕτως ἔχον, ἐζήτουν ἂν αὐτοῦ φιλοπονώτερον τὴν αἰτίαν. ἐπεὶ δ' ἐν πολλαῖς χρόνων προθεσμίαις ἐθεασάμην τὰ τῆς ὑστέρας πάθη κρινόμενα καὶ συμφωνοῦντά γε ταῖς τῶν κρισίμων ἡμερῶν περιόδοις, ἃς