Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.813
Not analysed yet
αὐτὸς ἐδίδαξεν ἐν Προ|γνωστικῷ, καταλείπω τὴν ζήτησιν τῆς αἰτίας, οὔτε διὰ παντὸς ὁρῶν τὸ εἰρημένον οὕτως ἔχον οὔθ' ὡς <τὸ> πολύ. τεθεαμένον δ' ἴσως κατὰ τύχην ἐπὶ δυοῖν ἢ τριῶν γυναικῶν τὸν ταῦτα γράψαντα συμβὰν οὕτως, εἴθ' ὁ Ἱπποκράτης αὐτός ἐστιν εἴτε Θεσσαλὸς εἴτ' ἄλλος τις, ἀποφήνασθαι προπετέστερον ἡγοῦμαι καθολικὴν ἀπόφασιν ἐπὶ πράγματι μήτε διὰ παντός, ὡς ἔφην, μήτε πολλάκις γιγνομένῳ. ταῦτα μὲν οὖν ἡμῖν τέλος ἐχέτω. μνημονεύσωμεν δὲ τῶν προσθέντων ἐν τῇ γραφῇ τὸν καὶ σύνδεσμον ἐν τῷ μεταξὺ τοῦ τ' ἐς καρηβαρίην τρέπεται καὶ τοῦ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ποιήσωμεν ὅλην τὴν γραφὴν τοιάνδε· "ὅσῃσιν ἀπὸ φθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ." ἰατρικὸν γάρ τινα διορισμὸν εἰς πρόγνωσιν χρήσιμον, οὐκ αἰτιολογικὸν ἐπεισάγουσι, τῷ πρόσθεν λόγῳ τοιαύτην ἀξιοῦντες εἶναι τὴν διάνοιαν· "ὅσαις