Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.818
Not analysed yet
ἡ ῥάχις ὡς ἐκ ῥιζώσεως πέφυκε τῆς κεφαλῆς. ἔμαθες γὰρ ἐξ ἐγκεφάλου τῷ νωτιαίῳ μυελῷ τήν τε τῆς γενέσεως ἀρχὴν εἶναι καὶ τὴν τῶν δυνάμεων χορηγίαν. περιέχουσι δὲ τοῦτον οἱ σπόνδυλοι λεπτὸν μὲν ὄντα μικροί, παχὺν δὲ γενόμενον εὐρεῖς. ὥσπερ οὖν ὁ μέγας μὲν θώραξ εὐρυχωρίαν [τε] μεγάλην ἔνδοθεν ἔχει, καθ' ἣν ἄθλιπτα καὶ μεγάλα δύο σπλάγχνα περιέχεται, πνεύμων καὶ καρδία, ὁ δὲ σμικρὸς ἀνὰ λόγον αὑτῷ καὶ ταῦτ' ἔχει σμικρά τε ἅμα καὶ στενοχωρούμενα, κατὰ τὸν αὐτὸν τρόπον ἡ κεφαλὴ καὶ ἡ ῥάχις ἀνὰ λόγον ἑαυταῖς ἔχουσιν ἐγκέφαλόν τε καὶ νωτιαῖον. ὅταν μὲν εἰς μέγεθος ἐπι<δι>δῶσιν, αὐτούς τε μεγάλους εὐρείας τε τὰς τοῦ πνεύματος χώρας ἐν αὐτοῖς ποιοῦσιν, οἱ δὲ σμικροὶ τἀναντία. φαίνεται δὲ καὶ τὰ τῆς διανοίας βεβλαμμένα τοῖς ἐναργῶς ἔχουσιν ἤτοι πάνυ μεγάλας ἢ πάνυ σμικρὰς τὰς κεφαλάς. ἀλλ' αἱ μὲν σμικραὶ μοχθηραὶ διὰ παντός, αἱ δὲ μεγάλαι γένοιντ' ἄν ποτε <κἀγαθαὶ> κατὰ τὸ σπάνιον ἐπὶ ῥώμῃ |