Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.817
Not analysed yet
μνωθῆναι τὸ σῶμα. τὴν δὲ κεφαλὴν εὐθέως ὁρῶμέν τε καὶ γνωρίζομεν, ὅτιπερ ἂν ἔχῃ κατά τε τὴν διάπλασιν καὶ τὸ μέγεθος σφάλμα· κατὰ μὲν τὸ μέγεθος, εἴτε σμικροτέρα τοῦ προσήκοντος ἢ μείζων γεγονυῖα, κατὰ δὲ τὴν διάπλασιν εἴτ' ἀκριβῶς στρογγύλη τήν τε κατὰ μέτωπον ἐξοχὴν καὶ τὴν κατ' ἰνίον ἀπολωλεκυῖα τελέως, ἢ φοξὴ προμηκεστέρας τοῦ δέοντος ἔχουσα τὰς ἐξοχάς, ἤτοι γ' ἀμφοτέρας ἢ τὴν ἑτέραν, ἢ μίαν ἔχουσα μόνην, ἀπολωλεκυῖα δὲ τὴν ἑτέραν. ἐπὶ μὲν οὖν τῆς μείζονός τε καὶ φοξῆς ἐπισκέπτεσθαι προσήκει τό τε ποσὸν τῆς ὑπεροχῆς καὶ τὴν τοῦ αὐχένος φύσιν εἰς τὸ διαγνῶναι, πότερον ἄμεινον αὐτοῖς ἢ χεῖρον ἡ κεφαλὴ κατεσκεύασται. δέδεικται γὰρ ἐν τοῖς Ὑγιεινοῖς ὑπομνήμασιν οὐ μικρὰ χρεία γινομένη τοῖς ἰατροῖς ἐκ τῆς τοιαύτης γνώσεως εἰς φυλακὴν τῆς τοῦ μέρους ὑγείας καὶ †τὴν ἐσομένην ἐπανόρθωσιν, εἰ φθάσειέ <τις αὐτήν> ποτε μαθεῖν. ἐπὶ δὲ τῆς ἐναργῶς μικρᾶς ἐγνωκέναι μὲν χρὴ τὴν μοχ<θη>ρότητα, προσεπισκέπτεσθαι δὲ ἐκ περιουσίας καὶ τὰ κατὰ τὸν τράχηλον, ἐπειδὴ στελέχει παραπλησίως |