Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.820
Not analysed yet
τος, ἀλλ' ἐξαρκέσαι τε καὶ ἀντισχεῖν αὐτὸ καὶ διαπλάσαι καλῶς. ἐπεὶ τοίνυν ἤτοι διὰ τὴν ἔνδειαν ἑκατέρας τῶν ἐξοχῶν ἢ διὰ τὴν ἐπαύξησιν αἱ φοξαὶ γίνονται κεφαλαί, πρῶτον μέν σε χρὴ προσέχειν τὸν νοῦν, πότερον αὐξηθείσης ἢ μειωθείσης τῆς ἐξοχῆς ἡ φοξότης ἐγένετο. μεμπτὸν μὲν γὰρ ἀεὶ τὸ μειωθείσης, οὐ μεμπτὸν δ' ἀεὶ τὸ προσαυξηθείσης. ἀλλὰ συνεπισκέπτεσθαι χρὴ τηνικαῦτα πρῶτον μὲν τὴν εὐσχημοσύνην τῆς ἐπαυξήσεως· αἱ γὰρ ἀπρεπεῖς ἐπαυξήσεις εἰσὶ μοχθηραί· δεύτερον δέ, πότερον ἡ κατ' ἰνίον ἐξοχὴ τῆς κεφαλῆς αὑτῆς γέγονε μείζων ἢ τὸ πρόσω μέρος ηὔξηται, βέλτιον εἶναι νομίζοντα αὐξηθῆναι τὴν κατ' ἰνίον. ἐνταῦθα γὰρ ἥ τε κυριωτάτη τῶν κοιλιῶν ἐστι τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νωτιαίου μυελοῦ ῥίζωσις. εἶτα ἑξῆς σκόπει τὸν αὐχένα, πότερον ἀσθενὴς ἢ κρατερός ἐστιν. ἐὰν γὰρ ἥ τ' ἐξοχὴ μήτ' ἀσχήμων ᾖ μήθ' ὑπερβαλλόντως μεγάλη γενναῖός τε αὐτὴν ἐκδέχηται τράχηλος, ἀποδέχου τὴν φοξότητα τῆς τοιαύτης κεφαλῆς. ἰσχυροὺς γὰρ εὑρήσεις τούτους τά τε ἄλλα καὶ τοῖς