Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.821
Not analysed yet
ὀστοῖς. ἐπίσκεψαι |δ' ἐνταῦθα, τίνα λέγει τὰ ἄλλα, πότερον τὰ κατὰ θώρακα καὶ ἧπαρ, ὡς εἶναι τὰς τρεῖς ἀρχὰς τοῖς τοιούτοις γενναίας, οὐ μόνον τὴν κατὰ τὸν ἐγκέφαλον, ἢ τἄλλα μόνα λέγει [διὰ] τὰ τὴν πρώτην ἀρχήν τε καὶ γένεσιν ἐκ τῆς κεφαλῆς ἔχοντα. ταῦτα δ' ἐστὶ νωτιαῖος καὶ νεῦρα καὶ σὺν αὐτοῖς ἡ τῶν ὀστῶν οὐσία καὶ ἡ τῶν μυῶν, ἅπερ ἐξ ἀνάγκης συναυξάνεται καὶ συγκρατύνεται τῇ κεφαλῇ. καὶ ταῦτα δὲ εὑρήσεις ὡς τὸ πολὺ συναυξανόμενα· τοῦ γὰρ αἵματος, ἐξ οὗ διεπλάσθησαν τὰ κατὰ τὴν κεφαλήν, ὄντος πολλοῦ τε καὶ εὐχρήστου, καὶ τὴν ζωτικὴν δύναμιν, ἣν ἐκ καρδίας ἐδείξαμεν ὁρμᾶσθαι, καὶ τὴν φυσικήν τε καὶ θρεπτικὴν ὀνομαζομένην, ἣν ἐξ ἥπατος ἔμαθες ἐπιρρεῖν ταῖς φλεψίν, εὔλογον ὑπάρχειν εὐθὺς ἐξ ἀρχῆς ἰσχυράς. καὶ δὴ τῷ τοιούτῳ ζῴῳ τὰ οἷον θεμέλια τοῦ παντὸς σώματος ἀναγκαῖον εἶναι γενναῖα. τῆς δ' ἐναντίως ἐχούσης κεφαλῆς κατά τε τὸ μοχθηρὸν σχῆμα καὶ τὴν μικρότητα προσεπίσκεψαι τά γε καθ' ὑπερῴαν ἐν τῷ στόματι χωρία. καλεῖται δ' οὕτως τὸ μέρος ἐκεῖνο τῆς ὑψηλῆς χώρας