Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.830
Not analysed yet
Ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου, ἐμέουσί τε φλέγμα. ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα, καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ ὅταν σίτων κενωθῶσιν, ψαμμία τε πυρρὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσι· νάρκη μηροῦ τοῦ κατ' ἴξιν. ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάσια, μὴ ἐμπίπλασθαι, τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι. Ὀδύνην βαρεῖαν ἤτοι τὴν ὡς βαρέος τινὸς ἐγκειμένου κατὰ τὸ χωρίον αἴσθησιν φέρουσαν ἢ τὴν χαλεπὴν ἀκούειν οἷόν τ' ἐστίν. ἀληθὲς γὰρ ἑκάτερόν ἐστι, κατὰ διαφέροντας χρόνους ἐν τοῖς νεφροῖς γινόμενον, ἐπειδὴ σφοδρότατα μὲν ὀδυνῶνται κατά τε τὰς γενέσεις καὶ διεξόδους τῶν λίθων, ἐν δὲ τῷ λοιπῷ χρόνῳ τὰς ὀδύνας ὡς βαρέος τινὸς ἐγκειμένου κατὰ τὸν τόπον ἔχουσιν. ὅσοι μὲν οὖν ἡγοῦνται |