Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.829
Not analysed yet
φαίνονταί τινες οὐκ ἀλόγως "ἐπιλήψεις" γράψαντες, ὥσπερ ἔνιοι "καταλήψεις". ἐχρῆν δ' αὐτοὺς ὡς οὐχ εὑρόντας οὕτω γεγραμμένον, ἀλλ' ὡς ἄμεινον οὕτως γράφειν εἰπόντας ἐπὶ τὴν εἰρημένην ἐξήγησιν ἀφικνεῖσθαι. προκειμένου δὲ τοῦ καὶ συνδέσμου τοῦτον πάλιν ἀφαιροῦσιν ἔνιοι, δύο βουλόμενοι λόγους εἶναι κατ' οὐδὲν ἀλλήλοις κοινωνοῦντας, ἕνα μὲν ἐκ τῆσδε τῆς ῥήσεως αὐτάρκως δηλούμενον· "αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷς μεταβολὰς ἴσχουσι καὶ ἄλλας", ἕτερον δὲ τοιόνδε· "ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου" καὶ τὰ τούτοις συνεχῆ περὶ νεφρίτιδος αὐτοῦ διδάσκοντος ἀφ' ἑτέρας ἀρχῆς, οὐχ ὡς τοῖς παιδίοις, ὅταν ἡβάσκῃ, εἰς τοῦτο τὸ νόσημα τῆς ἐπιληψίας μεθισταμένης. οὐ γὰρ φαίνεται κατὰ τὴν ἡλικίαν ταύτην νεφρῖτις γινομένη, καθάπερ ὁ κατὰ τὴν κύστιν λίθος· οὗτος μὲν γὰρ παιδίοις μᾶλλον, νεφρῖτις δὲ τοῖς παρακμάζουσι γίνεται. παραγράψωμεν οὖν ἐφεξῆς τὰ περὶ νεφρίτιδος οὕτω λεγόμενα· |