Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.832
Not analysed yet
παχὺν καὶ γλίσχρον χυμὸν εἰς πωρώδη σύστασιν ἀφικνεῖσθαι. κατὰ <δὲ> τὸν αὐτὸν χρόνον, ἐάν τ' ἔμφραξις ᾖ κατ' αὐτοὺς ἐάν τε μετρία φλεγμονή, βάρους μᾶλλον, οὐκ ὀδύνης αἴσθησις γίνεται, καθάπερ κἀν τῷ ἥπατι διὰ τὸ βραχυτάτων νεύρων, ὥσπερ τοὺς νεφρούς, οὕτω καὶ τὸ ἧπαρ μετέχειν. τὰς δ' ὀδύνας ἐν τοῖς νεφροῖς μάλιστα γίνεσθαί φησι, καθ' ὃν χρόνον πληροῦνται σίτου. δύο δὲ σημαινούσης τῆς σῖτος φωνῆς παρ' αὐτῷ, καθ' ἑκάτερον τῶν σημαινομένων ἀληθὴς ὁ λόγος ἐστίν, ἐάν τε ἐπὶ τῶν ἐσθιομένων ἀκούηται σιτίων, ἐξ ὧν αἵματος ἀθροίζεται πλῆθος, ἐάν τ' ἐπὶ τῶν ἐν τοῖς ἐντέροις περιττωμάτων τῆς τροφῆς. ὀνομάζει γάρ ποτε καὶ ταῦτα σῖτον, ὡς ἐν τοῖς Περὶ διαίτης ὀξέων· "οἷσι γάρ", φησίν, "ἐγκατακέκλεισται σῖτος [τοῖς ἐντέροις], εἰ μή τις ὑποκενώσας τὴν γαστέρα τὸ ῥόφημα δοίη," βλάψει μεγάλως. ἡ μὲν οὖν διὰ τὸν οὕτω λεγόμενον σῖτον ὀδύνη γινομένη κατὰ τοὺς νεφροὺς ἐπὶ τῷ θλίβεσθαί τε καὶ βαρύνεσθαι πρὸς τοῦ πλήθους τε καὶ βάρους τῶν πε|