Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.833
Not analysed yet
ριττωμάτων εὐθέως ἅμα τῷ διαχωρῆσαι κάτω ταῦτα καθίσταταί τε καὶ παύεται τελέως. ἡ δ' ἐκ τοῦ κατὰ τὰς φλέβας ἀθροισθέντος πλήθους, ὅταν εἰς τοὺς νεφροὺς κατασκήψῃ, κἂν φλεβοτομηθῶσιν, οὐκ εὐθέως λύεται διά τε τὸ πυκνὸν τῆς τῶν νεφρῶν οὐσίας καὶ ὅτι διὰ πολλῶν αὐτοῖς ἐπικειμένων σωμάτων ἡ τῶν ἔξωθεν ἐπιτιθεμένων βοηθημάτων <μὴ πρὸς αὐτοὺς> ἀφικνουμένη δύναμις ἐκλύεται. λύει δὲ αὐτοῖς τὰς ὀδύνας οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἡ διὰ τῆς ἄνω γαστρὸς ἔκκρισις, ἣ γίνεται κοινόν τι σύμπτωμα τοῖς κῶλον πάσχουσι καὶ νεφρούς. καὶ γάρ τοι καὶ συνεχῶς οἱ νεφροὶ τῷ κώλῳ καὶ τὸ κῶλον τοῖς νεφροῖς συνάπτονται διὰ τοῦ περιτοναίου. κατ' ἀρχὰς μὲν οὖν οἱ ἔμετοι φλεγματώδεις γίνονται. τοιοῦτος γὰρ ἐν τῇ γαστρὶ γεννᾶται χυμὸς ὡς τὸ πολὺ διὰ πλῆθος σίτων, καὶ μᾶλλον ἐὰν παχέα ταῦτα καὶ φύσει φλεγματωδέστερα τύχῃ· ἐὰν δὲ αὐξάνηταί τε καὶ παραμένῃ τὰ πάθη, προσγίνεται τοῖς οὕτω πάσχουσιν ἰώδης ἔμετος ἐπί τε ταῖς ὀδύναις καὶ ταῖς ἀγρυπνίαις