Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.838
Not analysed yet
σκέλη, παντάπασιν ἀπείρως ἔχουσιν ἀνατομῆς. τὰ μὲν οὖν συμβαίνοντα τοῖς νεφριτικοῖς ἄχρι δεῦρο τοῦ λόγου διῆλθεν ὁ Ἱπποκράτης. ἐφεξῆς δὲ περὶ τῆς ἰάσεως αὐτῶν γράφει κατὰ τὴν ἐχομένην ῥῆσιν· ἐλινύειν οὐ συμφέρει, ἀλλὰ γυμνάσια, μὴ ἐμπίπλασθαι, τοὺς νέους ἑλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι. ὑποτύπωσιν ἑαυτῷ διὰ κεφαλαίων ἐν τῇδε τῇ ῥήσει πεποίηται τῆς τῶν νεφρῶν ἰάσεως, τὰ μὲν κοινὰ πάσης ἡλικίας τε καὶ σώματος ἕξεως γράψας, τὰ δὲ ἴδια νέων τε καὶ ἰσχυρῶν. ἔστι δὲ κοινὰ τὰ μὲν πρῶτα γεγραμμένα, τό τ' ἐλινύειν, ὅπερ ἡσυχίαν ἄγειν δηλοῖ καί φησιν αὐτοῖς ἀσύμφορον εἶναι, καὶ τὰ γυμνάσια. ταῦτα γὰρ ἡγεῖται συμφέρειν, ὡς ἂν δηλονότι καὶ τὸ πλῆθος κενοῦντα καὶ τὸ φλεγματῶδές τε καὶ παχὺ καὶ ἄπεπτον ἅπαν εἰς πέψιν τε ἄγοντα καὶ λεπτύνοντα καὶ ῥωννύντα τὰ μόρια τοῦ σώματος ἅπαντα. νοῆσαι δέ σε χρὴ νῦν αὐτὸν λέγειν οὐ πάντως τὰ μεγάλα γυμνάσια, ὡς ἱππασίας ἢ ὁπλομαχίας ἢ τὸ πα|