Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.837
Not analysed yet
χόμενον ἑαυτῷ τι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης φλεβὸς ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ ἐπιρρέον τῷ προϋπάρχοντι, καὶ οὕτως ὁ πῶρος ἀξιόλογος τῷ μεγέθει συνίσταται. [τινὲς δὲ εἰρήκασι, διά τι αἷμα οὐροῦσιν; ὅτι ἐπειδὴ ὁ λίθος ἐξιών, ὅταν γωνοειδής ἐστι, πλήττει τὰ παρακείμενα μόρια καὶ αἷμα ποιεῖ ἐκκρίνεσθαι.] ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νεφρὸν ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος, ὑγρὸν δ' ᾖ τὸ αἷμα καὶ μήτε πολὺ μήτε γλίσχρον, αἱματῶδες οὕτω τὸ οὖρον γίνεται. τὴν δ' εἰς τὸ σκέλος διήκουσαν ὀδύνην ναρκώδη διὰ τὴν τῶν ἐπικειμένων ἀγγείων τῇ ῥάχει τῆς κοίλης φλεβὸς καὶ τῆς μεγάλης ἀρτηρίας πρός τε τοὺς νεφροὺς καὶ τὰ σκέλη κοινωνίαν ἡγητέον γίνεσθαι. μέγισται γὰρ ἐπ' αὐτοὺς τοὺς νεφροὺς ἀποπεφύκασιν <ἀποφύσεις>, μεθ' ἃς οὐ μεγάλαι τινὲς εἰς ὀσφύν, κἄπειθ' ἑκάτερον τῶν ἀγγείων διχῇ σχισθὲν εἰς ἑκάτερον ἀφικνεῖται τῶν σκελῶν, εἰς ὅλον αὐτὸ διανεμόμενον. ὅσοι δὲ διὰ τῶν οὐρητήρων ἤ τινων ὑμένων ἢ νεύρων ἢ καὶ τοῦ περιτοναίου λέγουσι κοινωνίαν εἶναι τοῖς νεφροῖς πρὸς τὰ |