Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.840
Not analysed yet
μον, οὐχ ἁπλῶς δὲ εἶπεν οὐρητικοῖς χρῆσθαι δεῖν, ἀλλὰ προσθεὶς τὸ καθαίρειν ἐνεδείξατο τὸν τρόπον τῆς ἀπ' αὐτῶν γινομένης ὠφελείας, ἐκκαθαιρόντων οὐ μόνον τὰ κατὰ τοὺς νεφροὺς ἐμπεπλασμένα γλίσχρα καὶ παχέα, σὺν αὐτοῖς δὲ καὶ τὰ κατὰ τὰς φλέβας ἐμφερόμενα τῷ αἵματι παρὰ φύσιν. τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον λεπτῦναι χρήσιμόν ἐστιν ἅπασι τοῖς νεφριτικοῖς, ὅσους τε παρασκευάζομεν εἰς ἐλλεβόρου λῆψιν, ὅσους τε χωρὶς τούτου καὶ διὰ φλεβοτομίας θεραπεύομεν ἢ καὶ μετὰ τὴν τούτου προσαγωγήν. εἴρηται δὲ τὸ μὲν λεπτῦναι περὶ τῶν χυμῶν (τούτους γὰρ προσήκει λεπτῦναι), τὸ δὲ ἁπαλῦναι περὶ τῶν στερεῶν. ἑκάτερον γὰρ χρήσιμον ἐπὶ τῶν τὸν ἐλλέβορον ληψομένων εἰς τὸ τῆς καθάρσεως ἀκίνδυνον. ἐὰν γοῦν ἄνευ τοῦ προλεπτῦναι τοὺς χυμοὺς ἢ τὰ σώματα μαλακῦναι, δι' ὧν ὁ ἔμετος, καὶ πρὸς τὰς ἐντάσεις καὶ τοὺς σπαραγμοὺς εὐάγωγα παρασκευάσαι δῶμεν ἐλλέβορον, εἰς κίνδυνον ἄξομεν πνιγμοῦ διὰ τὸ πάχος τῶν χυμῶν, ἤτοι δὲ σπασθήσεται διὰ τὸ σκληρὸν ἐν τοῖς σπαραγμοῖς ὁ κα|