Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.841
Not analysed yet
θαιρόμενος ἢ ἀγγεῖόν τι ῥήξει. καὶ χωρὶς δὲ τοῦ διδόναι τὸν ἐλλέβορον ἄριστόν ἐστι τοὺς μὲν χυμοὺς λεπτοὺς εἶναι, μαλακὰ δὲ <καὶ> πρὸς τὴν διέξοδον αὐτῶν ἐπιτήδεια τὰ τῶν νεφρῶν σώματα. τὴν ἀρχὴν γὰρ οὐδὲ γεννηθήσεταί ποτε λίθος ἐν αὐτοῖς, ἐὰν ἀμφότερά τις ταῦτα διαφυλάττῃ. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένει. ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει. Ὑδαταινούσας ἔνιοι μὲν ἤκουσαν τὰς ἐχούσας ἐπιτηδείως ἁλῶναι τῷ κατὰ τὸν ὕδερον πάθει, τινὲς δὲ τὰς φύσει λεπτὸν καὶ ὑδατῶδες ἐχούσας αἷμα. δυνατὸν δ' ἐστὶν ἐπ' ἀμφοτέρων ἀκοῦσαι τοῦ λελεγμένου καὶ μᾶλλόν γε ἐφ' ὧν φύσει τὸ αἷμα λεπτόν ἐστι, μηδεμιᾶς νοσώδους διαθέσεως ἑτέρας ὑποτρεφομένης ἐν τῷ σώματι. ταύταις γὰρ ἡ ἔμμηνος κάθαρσις, ἣν γυναικεῖα κέκληκεν, ἐπὶ πολὺ παραμένει. |