Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.844
Not analysed yet
Ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχραί, αἱ δὲ νεαραὶ θερμαί. αἵματι δὲ αἱ πλεῖσται καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά. Καὶ ταῦθ' ἑαυτῷ φαίνεται γεγραφὼς ὁ Ἱπποκράτης ἀναμνήσεως ἕνεκεν ἐν κεφαλαίῳ βραχεῖ, διὸ καὶ ἀσαφέστερος ὁ λόγος ἐστίν. ἄδηλον γάρ, εἴτε ὀδύνας μόνον ἐν Κρανῶνι γεγονέναι φησὶ καὶ ταύτας ἤτοι κατὰ τὴν κοιλίαν ἢ κατ' ἄλλο τι μέρος, εἴτε ὀδυνώδη πάθη. τὸ δ' οὖν τὰς μὲν παλαιὰς ὀδύνας ψυχρὰς γενέσθαι, τὰς δὲ νεαρὰς θερμάς, καίτοι δοκοῦν σαφῶς εἰρῆσθαι, περιέχει καὶ αὐτό τινα ἀσάφειαν· ἤτοι γὰρ παλαιὰς λέγει τὰς πάλαι γεγονυίας ἢ τὰς χρονιζούσας, ὥσπερ γε καὶ τὰς νεαρὰς ἤτοι τὰς νῦν συνισταμένας ἢ τὰς ταχέως παυομένας, καὶ ψυχρὰς ἤτοι τὰς ψύξεως αἴσθησιν φερούσας ἢ τὰς ἀπὸ τῶν θερμαινόντων παρηγορουμένας, ὡσαύτως δὲ καὶ θερμὰς ἤτοι τὰς θερμότητος αἴσθησιν ἐχούσας ἢ παρηγορουμένας ὑπὸ |