Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.843
Not analysed yet
χος τοῦ αἵματος. ὅθεν ἔνιοι τῶν ἀξιούντων ἐπὶ τῶν κατὰ πάθος ὑδαταινουσῶν τὸν λόγον εἶναι τῷ παραμένει ῥήματι κατὰ τὴν τελευταίαν συλλαβὴν προσθέντες τὸ ν γράφουσι· "γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένειν", ὑπακοῦσαι κελεύοντες ἡμᾶς τὸ προσῆκον, ὡς εἰ καὶ οὕτως εἰρήκει· "γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ χρὴ παραμένειν", ἵνα συμβουλευτικός τε καὶ θεραπευτικὸς ὁ λόγος ᾖ, τοῦ γινομένου μόνον ἐπ' αὐτῶν περιέχων διήγησιν. ὁμολογεῖν δὲ τούτῳ φασὶ καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει· βούλεσθαι γὰρ αὐτὸν ὥσπερ ἐν πλείοσιν ἡμέραις, οὕτως καὶ δι' ὀλίγου χρόνου καθαίρεσθαι τὰς τοιαύτας γυναῖκας, ἐπειδὴ βραδυνόντων τῶν καταμηνίων οἰδήματα γίνεται· καίτοι ταὐτὸ κἀπὶ τῶν ὑδατῶδες ἐχουσῶν αἷμά φησι συμβαίνειν. καὶ γὰρ καὶ ταύταις αἱ σάρκες ὑδατωδέστεραι γίνονται, μὴ κατὰ προθεσμίαν ἀπαντώσης τῆς καθάρσεως. |