Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.846
Not analysed yet
γράφοντας ἢ βραχέα καὶ ἀναπόδεικτα, καθάπερ προστάγματα. Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ' ἐγγὺς ἀκμῆς. Οὕτως ἴσασι γεγραμμένην τὴν ῥῆσιν οἱ παλαιότεροι τῶν ἐξηγητῶν. οἱ δὲ νεώτεροι πρὸς τὸ σαφέστερον ὑπαλλάξαντες αὐτὴν ὧδέ πως γράφουσι· "τὰ ῥίγεα ἰσχυρὰ ἐόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ' ἐγγὺς ἀκμῆς" καὶ βούλονται τὴν λέξιν τήνδε διδάσκειν ἡμᾶς, ὅσα τοῖς νοσοῦσιν ἰσχυρὰ γίνεται ῥίγη, μὴ πάνυ τι ταῦτα πραΰνεσθαι κατ' ἄλλον τινὰ καιρὸν τῆς νόσου, ἀλλὰ μόνον ὅταν ἐγγὺς ᾖ τῆς ἀκμῆς· κατὰ δὲ τὴν προτέραν γραφὴν τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα, τουτέστιν ἀφικνούμενα πάθη (προσυπακοῦσαι γὰρ δεῖ τὸ "πάθη"), προσήκειν [αὐτὸν] ἀκοῦσαι μὴ πραΰνεσθαι ταῦτα |