Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.847
Not analysed yet
πρὸ τῆς ἀκμῆς. ἔνιοι μὲν οὖν ἀκμῆς αὐτὸν μεμνῆσθαί φασι τοῦ ὅλου καιροῦ τοῦ νοσήματος, ἔνιοι δὲ τῆς τῶν κατὰ μέρος παροξυσμῶν, ὡς τοῦ ῥίγους, ὅταν ἰσχυρὸν ᾖ, μὴ παυομένου πρὸ τοῦ πλησιάσαι τὸν τῆς ἀκμῆς καιρόν. φαίνεται μὲν οὖν τοῦτο γινόμενον ἐνίοις καὶ καλοῦμεν αὐτὸ "ῥῖγος ἀνεκθέρμαντον", οὐκ ἰσχυρόν. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν δύναμιν ἰσχυρὸν αὐτὸ φάναι, κακοηθέστερον γάρ ἐστι πολὺ τοῦ σφοδροῦ μὲν ὑπερβαλλόντως, ἐν τάχει δὲ παυομένου. τὴν δ' ὅλου τοῦ νοσήματος ἀκμὴν ἀκούοντί σοι μάλιστα ἐπὶ τεταρταίων πυρετῶν ὁ λόγος ἐστὶ χρήσιμος. ἐὰν μὲν γὰρ ἅμα ῥίγεσιν ἰσχυροῖς ἐμβάλλωσιν οἱ παροξυσμοί, μηδὲν ἐνδιδόντων αὐτῶν, ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα καὶ δηλονότι πολὺ μᾶλλον οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρὴ τοῦ τοιούτου τεταρταίου γενήσεσθαι, πρὶν λωφῆσαι τὸ ῥῖγος, ὥσθ' ὁ λόγος ἐστὶ προγνωστικὸς ἐπὶ τῶν εἰς ῥίγη σφοδρὰ πυρετῶν ἰόντων, ὧν οὐχ οἷόν τε <εἶναί φησι> λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγος, καὶ τοῦτο γίνεσθαι πλησίον τῆς ἀκμῆς.