Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.868
Not analysed yet
τὴν ῥῆσιν εἰπόντος "δάκρυα ἐν τοῖς ὀξέσι τῶν φλαύρως ἐχόντων ἑκόντων μὲν χρηστόν, ἀκόντων δὲ παραρρέον<τα> κακόν." Κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον οἷον ἄχνη. Φαίνεται γιγνόμενον καὶ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν, ὅταν ἐσχάτως ᾖ ξηρά, σὺν ἀρρωστίᾳ δυνάμεως μικρῶν πάνυ λημυδρίων ἐκπιπτόντων κατὰ τοὺς ὀφθαλμούς, εἶτ' αὖθις ἐπιξηραινομένων. Καὶ τὸ ἀμαυρὸν κακόν. Ἐν τοῖς ὀξέσι νοσήμασι τὸ ἀμαυροῦσθαι τὰς ὄψεις ἀρρωστίαν καὶ νέκρωσιν σημαίνει τῆς ὀπτικῆς δυνάμεως. |