Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.867
Not analysed yet
Περὶ τῶν τοιούτων δακρύων εἴρηται μὲν κἀν τῷ Προγνωστικῷ καὶ ἐν τοῖς Ἀφορισμοῖς. ἀλλὰ τελεώτερον ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν, ἔνθα φησίν· "ὁκόσοισιν ἐν πυρετοῖς ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν ἀέκουσι δάκρυα παραρρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίην προσδέχεσθαι, ἢν μὴ τἄλλα ὀλεθρίως ἔχωσιν. ἐπὶ τοῖσι δὲ φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον σημαίνει." καὶ ἡμεῖς ἐξηγησάμεθα τὴν ῥῆσιν ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασιν. <Καὶ> οἷσι περιτείνεται βλέφαρον, κακόν. Ἡ αὐτὴ διάθεσις ἐργάζεται τὸ τοιοῦτον βλέφαρον τῇ κατὰ τὸ Προγνωστικὸν εἰρημένῃ· "δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον." ὅτι δὲ ἐπὶ τῶν ὀξέων νοσημάτων λέλεκται καὶ τοῦτο καὶ τἄλλα τὰ ἐφεξῆς αὐτοῦ, κατὰ τὸ Προγνωστικὸν ὑπ' αὐτοῦ δεδήλωται καὶ κατὰ τήνδε |