Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.870
Not analysed yet
Οἱ πεπηγότες καὶ οἱ μόγις στρεφόμενοι καὶ οἱ ἐνδεδινημένοι. Περὶ τῶν ὀφθαλμῶν καὶ ταῦτα διῆλθεν. οἱ μὲν γὰρ πεπηγότες, ὅπερ ἐστὶν ἀκίνητοι, τελειοτάτην ἐνδείκνυνται νέκρωσιν τῆς κατὰ τοὺς μῦς δυνάμεως, ὑφ' ἧς ἐκινοῦντο πρόσθεν, ὅτ' εἶχον κατὰ φύσιν. οἱ δὲ μόγις στρεφόμενοι πλησίον ἥκουσι τῆς τοιαύτης διαθέσεως. οἱ δὲ ἐνδεδινημένοι παραφροσύνην ἢ τρόμον ἐνδείκνυνται τῶν τὸν ὀφθαλμὸν κινούντων μυῶν. γίνεται δὲ τὰ τοιαῦτα πάντα ἐν ὀξέσι νοσήμασι κινδυνώδεσι διὰ τὴν τῆς ἀρχῆς, <τουτέστι τοῦ ἐγκεφάλου>, κάκωσιν. Καὶ τἄλλα ὅσα παρεῖται. Τίνα ταῦτ' ἐστίν, ἃ λέγει παρεῖσθαι τῶν συμβαινόντων τοῖς