Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.871
Not analysed yet
ὀφθαλμοῖς; ἦ δηλονότι τὰ κατὰ τὸ Προγνωστικὸν εἰρη|μένα κατὰ τήνδε τὴν ῥῆσιν· "ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν ἢ δακρύωσιν <ἀπροαιρέτως> ἢ διαστρέφωνται ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πελιδνὰ ἢ μέλανα φλεβία ἐν ἑωϋτοῖσιν ἢ λῆμαι περὶ τὰς ὄψεις ἢ ἐναιωρούμενοι φαίνωνται ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι." προεξηγησάμεθα δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ σὺν τοῖς ἄλλοις ἅπασι καὶ ταῦτα. Πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρί, οἱ δὲ πρῃέες, οἱ δὲ οὐ δακνώδεες μέν, ἐπαναδιδόντες δέ, οἱ δὲ ὀξέες μέν, ἡσσώμενοι δὲ τῆς χειρός, οἱ δὲ περικαέες μὲν εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί, ξηροί, οἱ δὲ ἁλμυρώδεες, οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί, οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες, οἱ δὲ ἐξέρυθροι, οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιοὶ καὶ τὰ ἄλλα [τὰ] τοιαῦτα. Κἀνταῦθα πάλιν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκε καὶ τὰ ἄλλα τοιαῦτα διὰ τὸ μόνας ἑαυτῷ τὰς ἀξιολόγους |