Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.873
Not analysed yet
ὡς ἔφην, τῶν πυρετῶν, αἱ διὰ τῆς θερμασίας. οὐ γὰρ ἐν τῇ τῶν ἀρτηριῶν κινήσει ἡ τῶν πυρετῶν ἐστιν οὐσία. τοῦτο δὲ ὅπως ἡμάρτηται τοῖς περὶ τὸν Ἐρασίστρατόν τε καὶ Χρύσιππον, ἤδη μεμάθηκας. ἡ τοίνυν πυρεκτικὴ θερμασία τοῖς ἁπτομένοις τῶν πυρεττόντων σωμάτων ἤτοι δριμεῖα καὶ δακνώδης ἐστὶν ἢ μετρίως ἀνιαρά. τὸ γὰρ ἡδὺ καὶ οἰκεῖον, ὁποῖον ὑπάρχει τῇ κατὰ φύσιν, οὐδέποτ' ἔχει. καθάπερ οὖν καὶ ἄλλα πολλὰ κατὰ <τὸ> μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέροντα τοῖς πέλας ἑρμηνεύομεν εὐφημότερον, οὐκ ἀληθέστερον, οὕτω καὶ περὶ τῆς βραχέως ἀνιαρᾶς θερμασίας ἐνίοτέ φαμεν ὡς οὐδὲν ὅλως ἀνιαρὸν ἔχει, παραβάλλοντες αὐτὴν τῇ σφοδρὸν ἐχούσῃ τὸ λυπηρόν. ἐνίοτε μὲν οὖν ἡ θερμασία φαίνεται πλείστη τε ἅμα καὶ δριμυτάτη, πολλάκις δὲ ὀλίγη μέν, οὐκ ἀπολειπομένη δὲ τῆς δριμυτάτης, ἢ πάλιν δριμυτάτη μέν, οὐ μὴν πολλή γε. καὶ τούτων ἕκαστον ὧν εἶπον ἐνίοτε φαίνεται μετ' ὀλίγον χρόνον, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρός, ὥσπερ γε καὶ μειοῦσθαι τὰ κατὰ τὴν πρώτην ἐπιβολὴν φανέντα |