Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.874
Not analysed yet
κατὰ μέγεθός τε καὶ δριμύτητα δόξει σοί ποτε μέχρι χρόνου πλείονος ἐπιβεβλημένης τῷ κάμνοντι τῆς χειρός. καὶ τοίνυν ἐνίοτε μὲν αὐχμηρὰ καὶ κατάξηρος φαίνεται ἡ θερμασία, καθάπερ εἰ λίθου τινὸς ἡψάμεθα θερμοῦ. πολλάκις δὲ φαντασία γίνεται πάλιν νοτιώδης καὶ ὑγρά, πολλά<κις δὲ> ἀτμώδης, ὥστ' αἰσθάνεσθαι σαφῶς ἀναφερομένου τινὸς ἐκ τοῦ τῶν καμνόντων σώματος ἀτμοῦ παμπόλλου. καὶ τούτων πάλιν αὐτῶν ὥσπερ καὶ τῶν προειρημένων ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς φανέντα διαμένει, τινὰ δ' ἤτοι προσαυξανομένην ἢ διαλυομένην ἔχει τὴν ἐξ ἀρχῆς φανεῖσαν διαφοράν, ἔνια δὲ καὶ γενομένην ἑτέραν οὐδ' ὅλως ἐξ ἀρχῆς πεφηνυῖαν καὶ διαφερομένην τελέως τῶν ἐξ ἀρχῆς ἑωραμένων. αἱ μὲν οὖν κατ' αὐτὴν τῶν πυρετῶν τὴν οὐσίαν διαφοραὶ τοιαῦταί τινές εἰσι. περὶ δὲ τῶν ἄλλων ἐφεξῆς ὀψόμεθα, πρότερον γὰρ ὀρθῶς ἔχει τὰς εἰρημένας ἐφαρμόσαι τῇ λέξει τοῦ Ἱπποκράτους. ἐν τῷ [μὲν] τοίνυν φάναι πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρί, οἱ δὲ πρῃέες ἐνδείκνυταί σοι τὸν λόγον αὐτῷ γίνεσθαι περὶ τῶν διὰ παντὸς ἤτοι δακνωδῶν ἢ |