Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.878
Not analysed yet
των δέρματος ἀερώδους τινὸς ἀπορροῆς. ὡς, εἴ γε μὴ τούτους, ἀλλὰ τοὺς μετὰ φλυκταινῶν λέγει, παραλελοιπὼς ἂν εἴη τῶν ἀναγκαίων τινὰ διαφορὰν ἐκ τοῦ γένους τῶν προειρημένων, ὅσας ἔφην εἶναι κατ' αὐτὴν μάλιστα τὴν οὐσίαν τῶν πυρετῶν. ὡς γὰρ δακνῶδες ἰσχυρῶς ἢ σφοδρὸν ἢ ξηρὸν ἢ αὐχμηρὸν εἶναι φαίνεται τὸ τῆς θερμασίας εἶδος ἐπὶ πολλῶν πυρετῶν, οὕτω καὶ πνευματῶδες, αἰσθανομένης τῆς χειρὸς ἀναφερομένου τινὸς ἐπ' αὐτὴν πνεύματος, ἐνίοτε μὲν ἀτμώδους, ἐνίοτε δὲ ξηροῦ. πλείω δὲ σημαίνοντος τοῦ "τῆς πέμφιγος" ὀνόματος ἄλλος ἄλλο τῶν ἐξηγητῶν προχειρισάμενος, ὡς ἓν μόνον ἐκεῖνο σημαῖνον, ὅπερ αὐτὸς βούλεται, πιθανὸς εἶναι δοκεῖ τοῖς ἀκούουσιν. ἤρκει μὲν οὖν ἴσως εἰρῆσθαι πεμφιγώδεις πυρετοὺς τοὺς πνευματώδεις, ὅτι τε τοῦ γένους ἐστὶ τῶν ἄχρι δεῦρο γεγραμμένων διαφορῶν, ὅτι τε παραλελοιπέναι δόξει ταύτην, εἰ μή τις ἀκούσειεν οὕτως. ἀλλὰ διὰ τὸ προσκεῖσθαι κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων τὸ ἰδεῖν τῷ πεμφιγώδεες ἀναγκαῖον |