Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.879
Not analysed yet
ἡμῖν γίνεται καὶ γραμματικῆς ἀδολεσχίας ἐφάψασθαι χρησίμης ἐνίοτε καὶ αὐτῆς εἰς τὰ τοιαῦτα γινομένης. ἀκριβέστερον μὲν οὖν περὶ τῶν ζητουμένων παρ' Ἱπποκράτει λέξεων ἑτέρωθι πεπραγματεύμεθα, νυνὶ δ' ἀρκέσει τοῖς γραμματικοῖς ἀκολουθήσαντα κατὰ τὴν ἐκείνων διάταξιν εἰπεῖν τι περὶ τῶν κατὰ τὴν πέμφιγα σημαινομένων. δοκεῖ μὲν γὰρ αὐτὴν ἐπὶ [μὲν] τῆς πνοῆς Σοφοκλῆς ἐν Κόλχοις λέγειν· ἀπῇξε πέμφιξ Ἰονίου πέλας πόρου, καὶ αὑτὸς ἐν Σαλμωνεῖ σατύροις· καὶ τάχ' ἂν κεραύνια †πέμφιξι βροντῆς καὶ δυσοσμίας λάβοι. Αἰσχύλος δὲ ἐν Προμηθεῖ δεσμώτῃ· εὐθεῖαν ἕρπε τήνδε· καὶ πρώτιστα μὲν βορεάδας ἥξεις πρὸς πνοάς, ἵν' εὐλαβοῦ |