Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.881
Not analysed yet
ἐπὶ δὲ τοῦ νέφους δοκεῖ τετάχθαι κατὰ τόδε τὸ ἔπος ἐν Σαλμωνεῖ σατύροις παρὰ Σοφοκλεῖ· πέμφιγι πᾶσιν ὄψιν ἀγγελέω πυρός. καὶ παρ' Ἰβύκῳ· πυκινὰς πέμφιγας †πιόμενοι. λέλεκται δ' οὗτος ὁ λόγος αὐτῷ κατά τινα παραβολὴν ἐπὶ χειμαζομένων εἰρημένην. διὸ καὶ τῶν γραμματικῶν οἱ πλεῖστοι ἐπὶ τῶν κατὰ τοὺς ὄμβρους σταγόνων εἰρῆσθαί φασι τὰς πέμφιγας. ***ὁ μὲν <γὰρ> Καλλίμαχος ὧδε· †μὴ διὰ πεμφίγων ἐνάγουσιν ἔα. ὁ δὲ Εὐφορίων οὕτως εἶπεν· <ἠπε>δανὸν πέμφιγες ἐπιτρίζουσι θανόντων. τὰ μὲν οὖν ἐκ τοῦ <τῆς> πέμφιγος ὀνόματος σημαινόμενα καὶ δὴ λέλεκται, προείρηται δὲ καὶ περὶ τῶν δύο σημαινομένων ἐξ αὐτῶν, ἐπειδὴ πάντες τῶν ἐξηγητῶν οἱ ἄριστοι καὶ κατὰ ταῦτα ἐδέξαντο τῇ λέξει κεχρῆσθαι τὸν Ἱπποκράτην. νυνὶ δὲ ἐκ τῶν εἰρημένων <τούτοιν τοῖν> σημαινομένοιν ἐγχωρεῖ προσθεῖναι καὶ ἄλλο τρίτον, ἵνα πεμφιγώδεις