Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.880
Not analysed yet
βρόμον καταιγίζοντα, μή σ' ἀναρπάσῃ δυσχειμέρῳ πέμφιγι <συ>στρέψας ἄφνω. ἐπὶ δὲ τῶν ἀκτίνων ἡλίου δοκεῖ χρῆσθαι τῷ τῆς πέμφιγος ὀνόματι Σοφοκλῆς ἐν Κόλχοις κατὰ τάδε τὰ ἔπη· κἂν ἐθαύμασας τηλέσκοπον πέμφιγα χρυσείαν ἰδών. οὕτω <δὲ> καὶ Αἰσχύλος ἐν Ξαντρίαις· ἃς οὔτε πέμφιξ ἡλίου προσδέρκεται οὔτ' ἀστερωπὸν ὄμμα Λητῴας κόρης. ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός φησιν ἐν Προμηθεῖ· ἐξευλαβοῦ δὲ μή σε προσβάλῃ στόμα πέμφιξ· πικρὰ γὰρ κοὐλία †ζωῆς ἀτμοί. καὶ ἐν Πενθεῖ· μηδ' αἵματος πέμφιγα πρὸς πέδῳ βάλῃς. |