Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.883
Not analysed yet
ἔνιοι τῶν παλαιῶν καὶ φρενιτικόν τινα πυρετόν, ὥσπερ ἀμέλει καὶ ληθαργικὸν καὶ πλευριτικὸν καὶ περιπνευμονικόν. ἀλλ' ὁ νῦν προκείμενος <ἐν> τῇ ῥήσει κατάλογος τῶν πυρετῶν ἀπὸ τῆς κατὰ τὴν θερμασίαν διαφορᾶς ἐστιν, ἐν ᾗ δύναται καὶ ὁ λοιμώδης περιέχεσθαι, σηπεδονῶδες ἔχων τὸ θερμόν, ὁ φρενιτικὸς δὲ οὐ δύναται διά τε τὸ μὴ σύνηθες εἶναι, καθάπερ ἄλλοις, οὕτω καὶ τῷ Ἱπποκράτει πυρετῶν ἰδέαν ὀνομάζειν τὴν φρενῖτιν †οὔτε ἀπὸ συμπτώματος, ὥσπερ ὁ τὰς φλυκταίνας γεννῶν, εἴη λελεγμένος, ἐν ταῖς εἰρημέναις διαφοραῖς αὐτὸν περιέχεσθαι, καθάπερ καὶ τοὺς ἄλλους, ὧν ἀρτίως ἐμνημόνευσεν. εὑρίσκεται γὰρ ὁ τῶν φρενιτικῶν πυρετὸς τὴν θερμασίαν ἔχων δακνώδη διὰ παντὸς ὁμοτόνως ἐν παντὶ χρόνῳ τῆς ἐπιβαλλομένης ἁφῆς, ὥστ' εἰρῆσθαι πρῶτον ἁπάντων αὐτῶν. οὐκοῦν οὐδ' ὅσοι τοὺς ἁλμυρώδεις πυρετοὺς εἰρῆσθαί φασιν ἀπὸ τῆς αὐτῆς τοῖς κάμνουσιν ἐν τῷ στόματι γινομένης αἰσθήσεως, ἀποδεξόμεθα τὴν ἐξήγησιν αὐτῶν. φαίνεται γὰρ ὁ Ἱπποκράτης ἁπάσας ἐφεξῆς τὰς πρὸς χεῖρα διαγνώσεις εἰρηκέναι κατὰ τὴν τῆς |