Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.884
Not analysed yet
θερμασίας διαφοράν, ἐν ᾗ τὸ γένος ὅλον ἐστὶ καὶ ἡ οὐσία τῶν πυρετῶν. εἰ γὰρ καὶ τὸν λοιμώδη δεξαίμεθα λελέχθαι πεμφιγώδη, τὴν μὲν προσηγορίαν ἀπὸ συμβεβηκότος ἕξει, τὸ δ' εἶδος αὐτὸ κατὰ τὴν οἰκείαν οὐσίαν τῶν πυρετῶν. κατὰ τὸν αὐτὸν δὲ λόγον οὐδ' οἱ τοὺς ἁλμυρώδεις εἰρῆσθαι φάντες, ὅσοι πάνθ' ὅσων ἂν ὁ κάμνων γεύηται φαίνεσθαι ποιοῦσιν ἁλμυρά, τῶν προκειμένων ἐν τῇ νῦν διδασκαλίᾳ διαφορῶν τοῦ πυρετοῦ μνημονεύουσι. καὶ εἴπερ ἐν τῇ τῶν πυρετῶν διαφορᾷ καὶ τούτους ὁ Ἱπποκράτης ἐτίθετο, πάντως ἂν κἀκείνους ἅμ' αὐτοῖς εἶπεν, ἐφ' ὧν καὶ τὸ σίαλον αὐτὸ καὶ πάνθ' ὅσων ἂν <ὁ νοσῶν> γεύηται πικρὰ φαίνεται. ταύτας μὲν οὖν τὰς διαφορὰς οὐκ ἐν ταῖς τῶν πυρετῶν, ἀλλ' ἐν ταῖς τῶν χυμῶν διαγνώσεσιν ἄμεινον τίθεσθαι, τοὺς δὲ πυρετοὺς ἐν ταῖς τῆς θερμασίας. ὥσπερ γὰρ οἱ χυμοὶ ταῖς γεύσεσίν εἰσιν αἰσθητοί, κατὰ τὸν αὐτὸν λόγον οἱ πυρετοὶ τῇ ἁφῇ. ὅτι δὲ οὐδὲ τὸ δεινοὶ καλῶς προσέθηκαν οἱ περὶ τὸν Σαβῖνον οὕτως γράψαντες τὴν λέξιν· "οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί", καὶ πρόσθεν μὲν εἶπον, ἀλλὰ καὶ νῦν ἀνα|