Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.892
Not analysed yet
οὖν τὰ συντεινόμενα ποτὲ μὲν δι' οἰκείαν διάθεσιν, ἔστι δ' ὅτε πρός τινων ἑτέρων ἑλκόμενα· διὰ μὲν τὴν οἰκείαν διάθεσιν, ὅταν ἤτοι παγῇ διὰ ψῦξιν ἰσχυρὰν ἢ ξηρανθῇ διά τι τῶν ξηραινόντων αἰτίων (ἔστι γάρ, ὡς ἔμαθες, πλείω), τείνεται δὲ ὑπὸ τῶν συνεχῶν ἔνια ξηραινομένων ἢ φλεγμαινόντων ἢ πηγνυμένων. ἔμπαλιν δὲ χαλαρὰ γίνεταί τινα παρὰ τὸ κατὰ φύσιν ὑγρότητι πολλῇ διαβρεχόμενα χωρὶς ψύξεως. σκληρύνεται δὲ τὰ σκληρυνόμενα [ξηραινόμενα] διὰ ψῦξιν ἢ σκίρρον ἢ ξηρότητα. φλεγμονὴ γὰρ οὐ σκληρόν, ἀλλ' ἀντίτυπον ἐργάζεται τὸν ὄγκον, ὁμοίως τοῖς πεπληρωμένοις ἀσκοῖς ὑγρᾶς οὐσίας ἢ ἀέρος. ὥσπερ δὲ τῷ σκληρῷ παραπλήσιον φαινόμενον τὸ ἀντίτυπον ἀπὸ κοινοῦ συμβεβηκότος, ἐπειδὴ καὶ τὸ σκληρὸν ἀντίτυπόν ἐστι, πάμπολυ διαλλάττει κατὰ τὴν οἰκείαν φύσιν, οὕτως καὶ τῷ μαλακῷ σώματι τὸ ἔκλυτον ὁμοιότητά τινα ἔχον ὡς πρὸς τὴν αἰσθητὴν φαντασίαν οὐ τὴν αὐτὴν ἔχει διάθεσιν. ἀρρωστούσης γὰρ τῆς τοὺς μῦς κινούσης δυνάμεως ἔκλυτά τε καὶ πάρετα φαίνεται κείμενα τὰ τῶν ἀρρώστων σώματα. ταύ|