Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.891
Not analysed yet
τῶν ἐνδόξων ἐξηγητῶν ἐμνημόνευσα, τοὺς ἄλλους ἅπαντας παραλιπών, ὅσοι περὶ διαφορᾶς πυρετῶν ἀπεφήναντό τι χωρὶς ὑπομνημάτων ἐξηγητικῶν, ἐν οἷς ἐστι καὶ ὁ Ἀρχιγένης, ὧν <ἐν> ἑτέρᾳ πραγματείᾳ μνημονεύσω. Αἱ συντάσιες τοῦ σώματος καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων <κακὸν> καὶ αὐτὸς διαλελυμένος καὶ αἱ κατακλάσιες τῶν ἄρθρων κακόν. Τῷ μὲν [οὖν] συντεταμένῳ τὸ κεχαλασμένον ἐστὶν ἐναντίον, τῷ σκληρῷ δὲ τὸ μαλακόν. αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς ἐρεῖ "δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις." εἴτε <δὲ> δέρμα συντεταμένον εἴτε ἄρθρον εἴτε σῶμα λέγοιτο, πρὸς τὸ κατὰ φύσιν ἔχον αὐτὸ παραβάλλοντες οὕτως εἰρῆσθαι νοήσομεν, ὅπερ οὔτε συντεταμένον οὔτε κεχαλασμένον, ἀλλὰ συμμέτρως ἔχον ἐστί. συντείνεται μὲν |