Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.894
Not analysed yet
μᾶλλον ἡ ἐφεξῆς εἰρημένη κατὰ τήνδε τὴν λέξιν· "εἰ δὲ καὶ προπετὴς γίνοιτο καὶ καταρρέοι ἀπὸ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν." ταύτας οὖν τὰς κατακλίσεις ἐν τῇ νῦν προκειμένῃ ῥήσει διὰ τῆσδε τῆς λέξεως ἐδήλωσε καὶ αὐτὸς διαλελυμένος, εἴ γε τὸ τὰς χεῖρας καὶ τὰ σκέλη ὀλίγον ἐπικεκαμμένα ἔχειν ἐπαινεῖται, τὸ περαιτέρω τοῦδε μείζονα <κατά>κλασιν ἐμφαίνει τῶν ἄρθρων, οὕτως γὰρ αὐτὴν ὠνόμασεν. ἐν δὲ τῷ Προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν· "θανατῶδες δὲ τὸ κεχηνότα καθεύδειν καὶ τὰ σκέλεα ὑπτίου κειμένου συγκεκαμμένα εἶναι <ἰσχυρῶς> καὶ διαπεπλεγμένα", ὅπερ σημαίνει τὸ διεστῶτα μέχρι πλείονος. εἴτε δὲ συγκεκαμμένα εἴτε διαπεπλεγμένα γράφοι<το>, καθ' ἑκάτερον ἐμφαίνεται κεκλάσθαι τὰ ἄρθρα. καὶ διὰ τοῦτ' ἄμεινόν ἐστι γράφειν ἐνταῦθα κατακλάσιες τῶν ἄρθρων διὰ τοῦ α, τὸ γὰρ διὰ τοῦ ι κατακλίσιες οὐ πάνυ τι καλῶς ἐπὶ τῶν ἄρθρων λέγεται, τῷ παντὶ σώματι τὰς τοιαύτας προσηγορίας εἰθισμένου τοῦ Ἱπποκράτους οὐ τοῖς ἄρθροις ἐπιφέρειν. |