Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.895
Not analysed yet
Ὄμματος θράσος παρακρουστικὸν καὶ ῥίψις καὶ κατάκλασις κακόν. Τὸ μὲν θράσος παρακρουστικόν ἐστι σημεῖον καὶ μάλισθ', ὅταν ἀναιδημόνως γίνηται, καθότι λέλεκται πολλάκις. ἡ δὲ ῥίψις τῶν ὀμμάτων ἐναντίον σύμπτωμά ἐστι τῷ θρασεῖ βλέμματι. δηλοῖ γὰρ τοὺς μὴ δυναμένους ἐπὶ πλέον ἀναπεπταμένους ἔχειν τοὺς ὀφθαλμοὺς ὑπ' ἀρρωστίας τῆς διοικούσης τὰ βλέφαρα δυνάμεως. κατάκλασιν δὲ λέγει τῶν ὀφθαλμῶν, ὅταν διαστρέφηται τὰ βλέφαρα, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν εἰπών· "ἢν καὶ καμπύλον γένηται ἢ πελιὸν βλέφαρον ἢ χεῖλος ἢ ῥίς", κακόν. |