Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.897
Not analysed yet
ψιλοῦντας, οὐ δασύνοντας ἀναγνωστέον ἐστίν. οὐ γὰρ ἔγκειται τὸ ὑγρὸν ἐν τῇ λέξει, καθάπερ ἄν τις οἰηθείη μὴ γινώσκων ὑπὸ τῶν Ἰώνων τὸ στενὸν ὀνομάζεσθαι στενυγρόν. ἀλλὰ τοῦτό γε μαρτύριόν ἐστιν αὔταρκες τὸ παρὰ τῷ Σημωνίδῃ γεγραμμένον ἐν τοῖσδε τοῖς ἔπεσιν· οὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέοντ' ἔδεισεν οὐδὲ πάρδαλιν, μοῦνος στενυγρῇ συμπεσὼν ἐν ἀτραπῷ, ταὐτὸν σημαίνει τῷ στενῇ. στενοῦνται δὲ καὶ ἀνευρύνονται παρὰ τὴν κατὰ φύσιν συμμετρίαν ἐνίοτε μὲν ἀγγείων τινῶν ἢ μορίων αἰσθητὰ στόμια, πολλάκις δὲ λόγῳ θεωρητὰ κατά τε τὸ δέρμα κἀν τῷ βάθει· καὶ χρὴ τὰ μὲν πεπυκνωμένα διοίγειν καὶ ἀραιοῦν μετρίως ἐκθερμαίνοντα, τὰ δὲ ἀναπεπταμένα συνάγειν στύφοντά τε καὶ ψύχοντα. τέλειον δὲ ἔχετε τὸν περὶ τούτων λόγον, ὥσπερ καὶ τῶν ἄλλων θεραπευτικῶν λογισμῶν εἰρημένων, ἐν τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ. |