Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.898
Not analysed yet
Χυμοὺς τοὺς μὲν ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ [τι] μέν, τῇ [τι] δὲ μή. Κἀν τῷ Περὶ χυμῶν ἐμάθετε περὶ τούτων τελεώτερον, ὥσπερ κἀν τοῖς ἡμετέροις Θεραπευτικοῖς, ὥς ποτε μὲν αἰσθητῶς ἐκκενοῦν προσήκει τοὺς πλεονάζοντας χυμοὺς ἢ ἐμέτοις ἢ κλυστῆρσιν ἢ διὰ καθαιρόντων φαρμάκων ἢ δι' οὔρων ἢ δι' ἱδρώτων ἢ διὰ φλεβοτομίας ἢ δι' αἱμορροΐδος ἢ διὰ μήτρας ἢ ἀποσχάζοντας, ἐνίοτε δὲ διαφορεῖν τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ὧν ὠνόμασε τοῦτο μὲν ξηρᾶναι, τὸ πρότερον δὲ ἐξῶσαι. κοινοῦ δὲ ἀμφοτέροις ὄντος τοῦ κενῶσαι, τὸ ἐναντίον <αὐ>τῷ τρίτον ἔγραψεν, ὀνομάσας ἐνθεῖναι, τουτέστι γεννῆσαι τοὺς λείποντας χυμούς. εὔδηλον δ' ὅτι διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἐντίθεμεν τούτους, ἐκλεγόμενοι τάς τε προσηκούσας ποιότητας |