Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.900
Not analysed yet
τὰ μέν, τὰ δὲ μὴ κατὰ τὸν αὐτὸν εἴρηται λόγον, ὡς ἐπὶ τῆς πρὸ ταύτης ῥήσεως ἐξηγησάμην. Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι τὰ μέν, τὰ δὲ μή. Κοινὸν καὶ καθόλου σκοπὸν ἰαμάτων παρ' αὐτοῦ μεμαθηκὼς ἕπεσθαι δυνήσῃ τοῖς λεγομένοις ἐν μέρει πᾶσι θεραπευτικοῖς λογισμοῖς. εἰ γάρ ἐστι "τὰ ἐναντία τῶν ἐναντίων ἰάματα", λεᾶναι μὲν δεήσει τὰ τετραχυσμένα παρὰ φύσιν, τραχῦναι δὲ τὰ λεῖα· γεγονότα. τραχύνεται μὲν οὖν καὶ φάρυγξ πολλάκις αἰσθητῶς καὶ ἀρτηρία τραχεῖα καὶ στόμα καὶ ὅλον τὸ δέρμα κατά τε τὰς ψωρώδεις καὶ λεπρώδεις διαθέσεις ἐξανθήμασί τέ τισι, τοῖς μὲν κεγχρώδεσιν, τοῖς δ' ἐλάττοσι τούτων ἢ μείζοσι. τραχύνεται δὲ καὶ τὰ κατὰ γαστέρα πολλάκις, ὅταν δι' αὐτῶν ἐκκρίνηται πλείων χολώδης χυμὸς ἄκρατος. ἔσθ' ὅτε δὲ καὶ ἐξ ἐδεσμάτων |