Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.899
Not analysed yet
αὐτῶν καὶ τὰς ποσότητας καὶ φροντίζοντες ὅπως πεφθῇ τε καὶ ἀναδοθῇ καὶ προστεθῇ τοῖς σώμασι. τὸ δὲ καὶ τῇ [τι] μέν, τῇ [τι] δὲ μή, κἂν εἰ μὴ ἐλέλεκτο, σαφὲς ἦν. ἐνίοτε μὲν γὰρ ἐφ' ἑνὸς ἀνθρώπου τινὰ μὲν εἰς ὄγκον ἠρμένα μόρια κενώσεως δεῖται, τινὰ δὲ ἀτροφοῦντα προσθέσεως. Λεπτῦναι, παχῦναι τεῦχος, δέρμα, σάρκας καὶ τἄλλα, καὶ τὰ μέν, τὰ δὲ μή. Τεῦχος μὲν ἀκουστέον ἐστὶν ὅλον τὸ σῶμα· καὶ γὰρ λεπτῦναι πεπαχυσμένον ἀμέτρως αὐτὸ καὶ παχῦναι λελεπτυσμένον οὐκ ὀλιγάκις ἡμῖν πρόκειται, πολλάκις δ' οὐχ ὅλον, ἀλλ' ἤτοι σάρκας τινὰς ἢ τὸ δέρμα μόνον, ἐνίοτε δὲ τοὺς χυμούς, οὓς ἐδήλωσε προσθεὶς καὶ τὰ ἄλλα. τὸ δὲ καὶ |